Ancient Greek · ~5 min
Fragment 13
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 13
Not analysed yet
1, 18. Ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ' αὐτὸν τῶν αὐτῶν λειτουργοί, ὡς ὅτε προσετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἀνασεισθεὶς ὑπ' αὐτῆς Δαυὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆσαι τὸν λαόν. τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέστειλεν εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. ὅτε δ' αὐτοὶ οἱ δι' ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ τοῦ ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. πρὸς τοῦτο ἐπίσκεψαι, εἰ <τὰ> συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστίν, οὔτε δὲ θεοῦ οὔτε ἀπ' οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ. τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ' οὐρανοῦ ὀργήν. μή ποτε οὖν ἐστί τις ἀπ' οὐρανοῦ ὀργὴ καὶ ἑτέρα κάτωθεν, ὡς ἀποδεδώκαμεν, οὕτως καὶ ἡμῖν ἀπ' οὐρανοῦ ὀργὴ θεοῦ ἐστιν, ἑτέρα δὲ ἀπ' οὐρανοῦ μέν, οὐ θεοῦ δέ.