Ancient Greek · ~2 min
Fragment 7
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 7
Not analysed yet
1, 10. τέως οὖν εἶπεν· εἴπως εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς, ἐσήμανεν ὅτι ἔστι χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλαὰκ καταρασάμενος μισθοῦ τὸν Ἰσραήλ. οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν αὐτοῖς, οὐκ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἔστι γὰρ, φησὶν ἡ γραφή, ἐν κακοῖς εὐοδία ἀνδρός.