Ancient Greek · ~2 min
Fragment 8
Origen, Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 8
Not analysed yet
1, 11. Ὡς ὄντος δὲ χαρίσματος <μὴ> πνευματικοῦ, ἀναγκαίως προστέθειται τὸ πνευματικόν· ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικά, ὡς ὁ πλοῦτος, ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσῃ προσευχῇ, ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ ὁ γάμος χάρισμα δηλοῖ ὁ ἀπόστολος φήσας· θέλω δὲ πάντας ἀνθρώπους <εἶναι> ὡς καὶ ἐμαυτόν, ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν <δὲ> οὕτως, ὃς δὲ οὕτως. ὅμως ὁ Παῦλος θέλει αὐτοῖς μεταδοῦναι χάρισμα πνευματικὸν στηρίζον καὶ βεβαιῶσον αὐτούς, ἵνα μηκέτι ὦσι νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμῳ.