Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 10
Not analysed yet
Ἐπεὶ τοίνυν εἰς εὕρεσιν τοῦ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« παρεθέμεθα λέξεις προφητκάς. πῶς ἐγένετο πρὸς Ὠσηὲ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν, παρετηρήσαμέν τε οὐ τὴν τυχοῦτσαν διαφορὰν τοῦ »Ἐγενήθη« καὶ »Ἐγένετο« πρὸς τὸ »Ἦν«, προσθήσομεν, ὅτι ἐν μὲν τῷ πρὸς τοῦς προφήτας γίνεσθαι φωτίζει τοὺς προφήτας τῷ φωτὶ τῆς γνώσεως, ποιῶν αὐτοῦς ἅτε ἔμπροσθεν βλέποντας ὁᾶν, ἃ πρὸ αὐτοῦ οὐ κατενόουν· πρὸς δὲ τὸν θεὸν †τὸ »Θεός« ἐστι τυγχάνων ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν.