Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 11
Not analysed yet
καὶ τάχα τοιαύτην τινὰ τάξιν ὁ Ἰωάννης ἐν τῷ λόγῳ ἰδὼν οὐ προέταξε τὸ »Θεὸς ἦν ὁ λόγος« τοῦ »Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«, ὅσον ἐπὶ ταῖς ἀποφάσεσιν οὐδὲν ἂν κωλυθέντς τοῦ εἱρμοῦ πρὸς τὸ καθ’ αὑτὸ ἰδεῖν ἑκάστου τῶν ἀξιωμάτων τὴν δύναμιν· ἓν γὰρ ἐξίωμα τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ δεύτερον τὸ »Ὁ λόγος ἦν πρὸς τὸν θεόν« καὶ ἑξῆς »Καὶ θεὸς θεὸς ἦν ὁ λόγος«.