Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 100
Not analysed yet
Βιαίως δὲ οἶμαι καὶ χωρὶς μαρτυρίου τὸν Ούαλεντίνου λεγόμενον εἶναι γνώριμον Ἡρακλέωνα διηγούμενον τὸ »πάντα δι᾿ αὐτοῦ ἐγένετο« ἐξειληφέναι »πάντα« τὸν κόσμον καὶ τὰ ἐν αὐτῶ, ἐκκλείοντα τῶν πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. φησὶ γάρ· Οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου, ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ »Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, μὴ εὐλαβούμενος τὸ Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς »γένῃ«, προστίησι τῷ »Οὐδὲ ἕν« Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ