Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 101
Not analysed yet
κτίοει. καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν Πάντων, τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως »Πάντα« καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων· οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης· »Χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«· προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τὸ Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει· μηδὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύεσθαι ἀξιοῦντα ὁμοίως Προφήταις ἢ ἀποστόλοις τοῖς μετ’ ἐΞουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ’ αὑτοὺς καὶ μεθ᾿ αὑτοὺς σωτήρια γράμματα.