Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 101-2
Not analysed yet
ἐὰν δὲ μὴ παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἂν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγὴν ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· Τί βοᾷς πρὸς μέ«; οὐκ αἰσθητῶς βεβοηκότα, οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ,) μεγάλως δὲ τὴν ἀκουομένην μόνῳ θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. διὰ τοῦτο καὶ Δαβίδ φησι· »Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου«.