Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 102
Not analysed yet
ἔτι δὲ ἰδίως καὶ τοῦ Πάντα δι᾿ αὐτοῦ »ἐγένετο« ἐξήκουσε φάσκων· Τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ’ οὗ, ἢ ὑφ’ οὗ, ἀλλὰ τὸν δι᾿ οὑ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεκόμενος τὸ γεγραμμένον. εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ σημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ οὐχὶ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.