Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 102-2
Not analysed yet
χρεία δὲ τῆς φωνῆς τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἵνα καὶ ἡ ἐστερημένη θεοῦ ψυχὴ καὶ ἔρημος ἀληθείας, (τίς γὰρ ἄλλη χαλεπωτέρα ἐρημία ψυχῆς θεοῦ καὶ πάσης ἀρετῆς ἠρημωμενης;) διὰ τὸ ἔτι σκολιῶς πορεύεσθαι δεομέ΄νη διδασκαλίας, ἐπὶ τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου παρακαλῆται. ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει. διόπερ καὶ ἐπιπλήσσεται ἅμα τοῖς ὁμοίοις ὁ τοιοῦτος διὰ τοῦ »Ἵνα τί διαστρέφετε τὰς ὁδοὺς κυρίου τὰς εὐθείας; «