Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 103
Not analysed yet
καὶ ἡμεῖς μὲν τῷ »δι᾿ οὑ« χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν· ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ’ ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας· φησὶ γάρ· Ὅτι οὐχ ὡς ὑπ’ ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἴν οὕτω νοηθῇ τὸ δι’ αὐτοῦ, ἀλλ᾿ αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει.