Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 103-2
Not analysed yet
Διχῶς δὲ ἡ ὀδὸς κυρίου εὐθύνεται, κατά τε τὸ θεωρητικόν, τρανούμενον ἐν ἀληθείᾳ ἀπαραμίκτως τοῦ ψεύδους, καὶ κατὰ τὸ πρακτικὸν μετὰ τὴν ὑγιῆ θεωρίαν τοῦ πρακτέου ἁρμονίου πράξεως ἀποδιδομένης τῷ περὶ τῶν πρακτέων ὑγιεῖ λόγῳ. καὶ ἵνα ἀκριβέ- στερον τὸ »Εὐθύνατε τὴν ὁδον κυρίου« νοήσωμεν, εὔκαιρον ἔσται παραθέσθαι τὸ ἐν ταῖς Παροιμίαις εἰρημένον· »Μὴ ἐκκλίνῃς μήτε »δεξιὰ μήτε ἀριστερά«· ὁ γὰρ ἐκκλίνων εἰς ὀποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα· »ὅτι γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας «ἠγάπησεν καὶ εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ«.