Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 104
Not analysed yet
οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος ὁ λόγος τὸν κόσμον κατεσκεύασε. κατὰ γὰρ τὸν προφήτην Δαβὶδ »Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν ἐνετείλατο καὶ ἐκτίσθησαν‘. »ἐνετείλατο« γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως »καὶ ἐκτίσθη- »σαν«, οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, »εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα γὰρ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. «