Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 104-2
Not analysed yet
ὅπερ δὲ ὁρᾷ φωτίζει· διὰ τοῦτο ὁ ἐπισκοπούμενος ἀντιλαμβανόμενος τῆς ἀπὸ τῆς ἐπισκοπῆς ὠφελείας φηίν· »ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ »προσώπου σου, Κύριε((. στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν έν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτήσαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ὁδός«· καὶ ἐπορεύθησαν ἐν αὐτῇ.