Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 105
Not analysed yet
Ἔτι εἰς τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘ οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον· κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκαταφρόνητον εἶναι. ζητητέον γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ ἐν »ἀρχῇ« λόγου ἑκάστῳ ἐγγεγένηται.