Ancient Greek · ~3 min
105 to 106
Origen, Commentarii in Evangelium Joannis 105-2-106
Not analysed yet
ἀγαθὴ γὰρ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὸν ἀγαθὸν πατέρα, τὸν ἀγαθὸν ἄνθρωπον, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέροντα τὰ ἀγαθά, καὶ τὸν ἀγαθὸν δοῦλον καὶ πιστόν. αὕτη δὲ ἡ ὁδὸς στενὴ μέν, τῶν πολλῶν οὐ χωρούντων ὁδεύειν αὐτὴν καὶ μεγαλοσάρκων, ἀλλὰ καὶ τεθλιμμένῃ ὑπὸ τῶν βιαζομένων μένων πορεύεσθαι δι’ αὐτῆς ἐστιν ὁδός, ἐπεὶ οὐκ εἴρηται »θλίβουσα« ἀλλὰ τεθλιμμένη«· θλίβει θλίβει ζῶσαν τὴν ὁδὸν καὶ αἰσθομένην τῶν ἰδιωμάτων τοῦ ὁδεύοντος ὁ μὴ ὑπολυσάμενος τὰ ὑποδήματα ἐκ τῶν ποδῶν μηδὲ γνησίως παραδεχόμενος ὅτι »ὁ τόπος«, ἐν ᾧ ἕστηκεν ἢ καὶ ὃν βαδίζει, »γῆ ἁγία ἐστίν«. ἀπάξει δὲ ἐπὶ τὴν ζωὴν ὄντα τὸν εἰπόντα· »Ἐγώ εἰμι ἡ ζωή«.