Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 106
Not analysed yet
φησὶ τοίνυν ὁ ἀπόστολος· »Χωρὶς νόμου ἁμαρτία νεκρά«, καὶ ἐπιφέρει· »Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀνέζησε« καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν μίαν ένέργειαν αὐτῆς εχούσης πρὶν νόμου καὶ ἐντολῆς· πῶς δὲ †ἔχων ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου, »ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου«), καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου »Εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν«).