Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 107-2
Not analysed yet
ὁ γὰρ σωτήρ, εἰς ὃν πᾶσά ἐστιν ἀρετή, ταῖς ἐπινοίαις πολύς· διὰ τοῦτ᾿ ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ’ ἔτι προκόπτοντι ὁδός, τῷ δ᾿ ἤδη πᾶσαν νεκρότητα ἀποθεμένῳ ζωή. ταύτην τὴν ὁδὸν ὁ ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐδὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐδ᾿ ὑποδημάτων.