Ancient Greek · ~2 min
107 to 108
Origen, Commentarii in Evangelium Joannis 107-108
Not analysed yet
πᾶσα γὰρ πρόφασις ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. τάχα οὐν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ »χωρὶς αὐτοῦ«, ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ »Οὐδέν«, »ἐγένετο οὐδέν«. καὶ οὐ πάντως τῷ λόγῶ ἐγκλητέον, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ »γωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘, ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτάνοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.