Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 109
Not analysed yet
οἱονεὶ γὰρ διδάσκαλος τοῦ μανθάνοντος ἀχώριστός ἐστιν ὁ ἐνυπάρχων τῇ φύσει τῶν λογικῶν λόγος, ἀεὶ ὑποβάλλων τὰ πρακτέα, κἂν παρακούωμεν αὐτοῦ τῶν ἐντολῶν, ἐπιδιδόντες αὑτοὺς ταῖς ἡδοναῖς καὶ παραπεμπόμενοι τὰς ἀρίστας αὐτοῦ συμβουλάς. ὡσπερ δὲ ὑπηρέτῃ τῷ ὀφθαλμῷ ἐπὶ τοῖς κρείττοσιν ἡμῖν γεγενημένῳ, καὶ ἐφ’ ὧν οὐ καλῶς ὁρῶμεν χρώμεθα, ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι᾿ αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτάνουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.