Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 110
Not analysed yet
ὅθεν καί φησιν· »Ὁ λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς«, ἴσον διδάσκων τῷ Ἐγὼ ὁ λόγος, ὁ ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἡ ἐκδοχή, ἄλλον μὲν λόγον τὸν »ἐν ἀρχῇ« ἡμῶν ἐξειληφότων τὸν πρὸς τὸν θεόν«, τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὑ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν.