Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 110-4
Not analysed yet
καὶ ὁ γράμματι δὲ τῷ ἀποκτιννύντι δεδουλωμένος, πνεύματος δὲ τοῦ ζωοποιοῦντος μὴ μετειληφὼς μηδὲ τοῖς πνευματικοῖς ἀκολουθῶν τοῦ νόμου, οὑτος ἂν εἴη ὁ μὴ ἀληθινὸς προσκυνητὴς καὶ πνεύματι μὴ προσκυνῶν τῷ πατρί· ὁ δ' αὐτὸς οὑτος ὅλος τῶν τύπων καὶ τῶν σωματικῶν ὤν, ὅταν ἐπιτυγχάνειν πάνυ δοκῇ, τότε ἐν τύπῳ καὶ οὐκ ἐν ἀληθείᾳ προσκυνεῖ τῷ θεῷ, διὰ τοῦτο οὐδὲ ἀληθινὸς δυνάμενος χρηματίζειν προσκυνητής.