Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 117-2
Not analysed yet
οἴεται δὲ τὸ] κατασκευάζεσθαι τὸ Μείζονα τῷ προφητεύεσθαι ὑπὸ Ἡσαΐου ὡς μηδενὸς ταύτης τῆς τιμῆς ἠξιωμένου μένου ὑπὸ θεοῦ τῶν πώποτε προφητευσάντων. ἀληθῶς δ' ὡς καταφρονῶν τῆς παλαιᾶς χρηματιζούσης διαθήκης καὶ μὴ τηρήσας καὶ αὐτὸν Ἠλίαν προφητευόμενον τοῦτ᾿ ἀπετόλ- μησεν ἐἰπεῖν· καὶ γὰρ Ἠλίας προφητεύεται ὑπὸ Μαλαχίου λέγον- τος· »Ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν θεσβίτην, ὅς ἀποκαταστή- »σει καρδίαν πατρὸς πρὸς υἱόν«.