Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 118-2
Not analysed yet
καὶ Ἰωσίας δέ, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀνέγνωμεν, προφητεύεται ὀνομαστὶ ὑπὸ τοῦ ἐληλυθότος ἐξ Ἰούδα προφήτου λέγοντος, παρόντος καὶ τοῦ Ἰεροβοάμ, »Θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῶ »Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ« φασὶν δέ τινες καὶ τὸν Σαμψὼν ὑπὸ τοῦ Ἰακὼβ προφητεύεσθαι λέγοντος· »Δὰν κρινεῖ τὸν ἑαυ- »τοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ« · ἐπεὶ ἀπὸ τῆς φυλῆς τοῦ Δὰν γενόμενος ὁ Σαμψὼν ἐδρινε τὸν Ἰσραήλ. καὶ ταῦτα δὲ εἰς ἔλεγχον τῆς πορπετείας τοῦ ἀποφηναμένου μηδένα πλὴν Ιωάννου προφητεύεσθαι εἰρήσθω, ταῦτα εἰρηκότος έν τῷ θέλειν αὐτὸν διηγεῖσθαι τί τὸ »Ἐγὼ φωνὴ βοῶντος έν τῇ ἐρήμῳ«. Ι, 24-25 Καὶ [οἱ] ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδέ Ἠλίας οὐδὲ ὁ προφήτης;