Ancient Greek · ~1 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 119-2
Not analysed yet
Οἱ μὲν ἀπὸ Ἱεροσολύμων πέμψαντες τοὺς τοὺς ἐρωτήσοντας τὸν Ἰωάννην ἱερεῖς καὶ Λευί· τας μαθόντες ὅστις τε οὐκ ἠν ὁ Ἰωάννης καὶ ὃς ἠν, σεμνοπρεπέστατα ἡσυχάζουσιν, οἱονεὶ συνκατατιθέμενοι διὰ τῆς σιωπῆς καὶ ἐμφαίνοντες τὸ παραδέχεσθαι τὰ εἰρημένα, ὅτι ἁρμόζει τῇ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ φωνῇ εἰς τὸ εὐδύνειν τὴν ὁδὸν κυρίου τὸ βαπτίζειν.