Ancient Greek · ~1 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 124
Not analysed yet
Ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν ὁ χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ »Ὁ μόνος ἔχων ἀθανασίαν« τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.