Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 125
Not analysed yet
ἐὰν γὰρ ἀχώριστον ἔχῃ τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον· »Ό μόνος ἒχων ἀθανασίαν«; χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ ὁ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ' ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτίροις· ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὑδενί. σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν »ποιμήν«, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο.