Ancient Greek · ~3 min
138 to 139
Origen, Commentarii in Evangelium Joannis 138-4-139
Not analysed yet
εἰ δὲ ***ξύλα καὶ χόρτον καλάμη, μήποτε τὸ ἀναλωτικὸν τῆς τοιαύτης ἴ,λης πῦρ ὁ θεός ἐστιν ἡμῶν, πῦρ λεγόμενος εἶναι καταναλίσκον· καὶ πρέπον γε τῷ κυρίῳ ἐστὶν τὸ ἀναλίσκειν τὰ τοιαῦτα καὶ ἐξαφανίζειν τὰ χείρονα, οὗ γινομένου ἀλγηδόνας οἶμαι καὶ Πόνους γίνεσθαι, οὐκ ἀπό τινος σωματικῆς ἐπαφῆς, περὶ τὰ ἡγεμονικά, ἔνθα συνέστη ἡ τοῦ καταναλίσκεσθαι ἀξία οἰκοδομή. Φῶς οὖν ὀνομάζεται ὁ θεὸς ἀπὸ τοῦ σωματικοῦ φωτὸς μεταληφθεὶς εἰς ἀόρατον καὶ ἀσώματον φῶς, διὰ τὴν ἐν τῷ φωτίζειν νοητοὺς ὀφθαλμοὺς δύναμιν οὕτω λεγόμενος· πῦρ τε προσαγορεύεται καταναλίσκον ,ἀπὸ τοῦ σωματικοῦ πυρὸς καὶ καταναλωτικοῦ τῆς τοιᾶσδε ὕλης νοούμενος.