Ancient Greek
135 to 136
Origen, Commentarii in Evangelium Joannis 135-2-136
Not analysed yet
Μὴ ὑπολάβῃς δ’ ἡμᾶς καὶ ἀκαίρως τὰ ἀπὸ τῶν ἑτέρων εὐαγγελίων παρατεθεῖσθαι, τὰ ἐκ] τῶν ἀπεσταλμένων ἐκ τῶν Φαρισαίων καὶ ἐρωτησάντων τὸν Ἰωάννην ἐξετάζοντας. εἰ γὰρ καλῶς ἐφηρμόσαμεν τὴν τῶν Φαρισαίων πεῦσιν, ἀναγεγραμμένην παρὰ τώ μαθητῇ Ἰωάννῃ, τῷ βαπτισμῷ αὐτῶν παρὰ τῲ Ματθαίῳ κειμένῳ, ἀκόλουθον ἠν ἐξετάσαι τὰ κατὰ τοὺς τόπους καὶ παραθέσθαι τὰ εὐρεθέντα παρατηρήματα. ὀμοίως δὲ τῷ Μάρκῳ καὶ ὁ Λουκᾶς τοῦ »φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ« μέμνηται ἀπὸ ἰδίου προσώπου οὕτως· »Ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου Ζαχαρίου ἐν τῇ ἐρήμῳ, »καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα »μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων »Ἡσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.