Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 137-2
Not analysed yet
»τὴν ὁδὸν κυρίου, ποιεῖτε ποιεῖτε τὰς τρίβους αὐτοῦ«. προσέθηκεν δὲ ὁ Λουκᾶς καὶ τὰ ἑξῆς τῆς προφητείας· »Πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ »εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ »τὸ σωτήριον τοῦ θεοῦ«· ὁμοίως τῷ Μάρκῳ ἀναγράψας τὸ »Εὐθείας »ποιεῖτε τὰς τρίβους αὐτοῦ«, ἐπιτεμνόμενος, ὡς προειρήκαμεν, τὸ »Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν«.