Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 138-2
Not analysed yet
ἀντὶ δὲ τοῦ »ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν« χωρὶς τοῦ »Πάντα« τὴν λέξιν ἔθηκεν, μετὰ τοῦ ἀντὶ ἑνικοῦ τοῦ »Εἰς εὐθεῖαν« πεποιηκέναι πληθυντικὸν »Εὐθείας«. ἔτι δὲ καὶ ἀντὶ τοῦ »Ἡ τραχεῖα εἰς πεδία« ἐποίησεν· »Καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας«, παραλιπών τε Καὶ ὀφθήσεται ἡ δόξα κυρίου« παρέθετο τὸ ἑξῆς τὸ »Καὶ ὄφεται πᾶσα »σὰρξ τὸ σωτήριον τοῦ θεοῦ«. χρήσιμοι δὲ αἱ παρατηρήσεις πρὸς ἀπόδειξιν περὶ τοῦ ἐπιτέμνεσθαι τοὺς εὐαγγελιστὰς τὰ προφητικά.