Ancient Greek · ~4 min
139 to 141
Origen, Commentarii in Evangelium Joannis 139-2-141
Not analysed yet
Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τὸ »Γεννήματα »ἐχιδῶν« καὶ τὰ εξῆς ὁ μὲν Ματθαῖος τοῖς Φαρισαίοις καὶ Σαδδουκαίοις ἐρχομένοις ἐπὶ τὸ βάπτισμα εἰρῆσθαί φησιν, ἑτέροις οὖσιν παρὰ τοὺς ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν καὶ μηδὲν τοιοῦτον ἀκούοντας· ὁ δὲ Λουκᾶς τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ αὐτοῦ ταῦτ’ εἰρῆσθαι ἀναγράφει, οὐ ποιήσας δύο τάγματα βαπτιζομένων, ὅπερ παρὰ τῷ Ματθαίῳ εὕρομεν. εἰκότως δὲ καὶ οὗτος, ἐπεὶ οἱ ὄχλοι οὐκ ἐν ἐπαίνῳ τάσσονται, ὡς τοῖς τηροῦσιν σαφὲς ἔσται, τοῖς ὄχλοις εἰσάγει γέγοντα τὸν βαπτιστὴν τὸ »Γεννήματα ἐχιδνῶν« καὶ τὰ ἑξῆς. ἔτι δὲ πρὸς μὲν τοὺς Φαρισαίους καὶ Σαδδουκαίους »Ποιήσατε« εἴρηται ἑνικῶς »καρπὸν ἄξιον τῆς μετανοίας«· πρὸς δὲ τοὺς ὄχλους πληθυντικῶς »ἀξίους καρποὺς τῆς μετανοίας«. τάχα γὰρ οἱ μὲν Φαρισαῖοι τὸν ἐξαίρετον ἀπαιτοῦνται καρπὸν μετανοίας, οὐκ ἄλλον ὄντα τοῦ υἱοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως, οἱ δὲ ὄχλοι, οὐδὲ ἀρχὴν ἔχοντες ἀγαθῶν, πάντας ἀπαιτοῦνται τοὺς καρποὺς μετανοίας· διόπερ πρὸς αὐτοὺς τὸ πληθυντικὸν εἴρηται.