Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 140-3
Not analysed yet
τοιοῦτόν τί μοι φαίνεται καὶ περὶ τὸ Πνεῦμα ὁ θεός‘· ἐπεὶ γὰρ εἰς τὴν μέσην καὶ κοινότερον καλουμένην ζωὴν σπῶντος τοῦ περὶ ἡμᾶς πνεύματος τὴν καλουμένην σωματικώτερον πνοὴν ζωῆς, ζωοποιούμεθα ἀπὸ τοῦ πνεύματος, ὑπολαμβάνω ἀπ’ ἐκείνου εἰλῆφθαι τὸ πνεῦμα λέγεσθαι τὸν θεὸν πρὸς τὴν ἀληθινὴν Ι ζωὴν ἡμᾶς ἄγοντα· τὸ πνεῦμα γὰρ κατὰ τὴν γραφὴν λέγεται ζωοποιεῖν, φανερὸν ὅτι ζωοποίησιν οὐ τὴν μέσην ἀλλὰ τὴν θειοτέραν· καὶ γὰρ τὸ γράμμα ἀποκτέννει καὶ ἐμποιεῖ θάνατον, οὐ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ θεοῦ, καὶ τοῦ κυρίου †αὐτοῦ, καὶ τοῦ ὰγίου πνεύματος.