Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 142-2
Not analysed yet
λέγεται πρὸς τούτοις τοῖς Φαρισαίοις· »Μὴ δόξητε λέγειν έν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβραάμ. οἱ μὲν γὰρ ὄχλοι νῦν ἀρχὴν ἔχουσιν, δοκοῦντες »εἰσάγεσθαι εἰς τὸν θεῖον λόγον, τοῦ προσιέναι τῇ ἀληθείᾳ«· διόπερ ἄρχονται λέγειν ἐν ἑαυτοῖς· »Πατέρα ἔχομεν τὸν Ἀβραάμ«· οἱ δὲ Φαρισαῖοι οὐκ ἄρχονται, ἀλλὰ πρὸ πολλοῦ τοῦτο δοξάζουσιν. πλὴν εκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.