Ancient Greek · ~5 min
141 to 144
Origen, Commentarii in Evangelium Joannis 141-3-144
Not analysed yet
Μήποτε δὲ καὶ τὸ »'Αντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ »ἐκλείψουσιν« καὶ »Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς«· βέλτιον ἐκληψόμεθα ἀπὸ <τούτου> τοῦ πνεύματος, εἰ ὑπολαμβάνοιμεν ὁτι ὁ στερισκόμενος τοῦ θείου πνεύματος χοϊκὶς γίνεται, ἐπιτήδειον δὲ ἑαυτὸν ποιήσας πρὸς παραδοχὴν αὐτοῦ καὶ λαβὼν αὐτὸ ἀνακτισθήσεται καὶ x003E; σωθήσεται. τοιοῦτον δ' ἂν εἴη καὶ εἰ »ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν »ζῶσαν«, ὥστε καὶ τὸ ἐμφύσημα καὶ τὴν πνοὴν τῆς ζωῆς καὶ τὴν ζωὴν τῆς ψυχῆς πνευματικῶς ἀκούειν ἡμᾶς. ἐπεὶ δὲ ἡ προειρημένη δύναμις οἱονεὶ οἰκητήριον ἐπιτήδειον εὑροῦσα τὴν τοῦ ἁγίου ψυχὴν ἐπιδίδωσιν ἑαυτὴν τῇ ἐν αὐτῇ, ἕν’ οὕτως εἴπω, μονῇ, γεγράφθαι νομιστέον τὸ »'Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ »ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός‘. πλείονος μέντοι γε συγγυμνασίας δεόμεθα εἰς τὸ τελειωθέντας ἡμᾶς καὶ κατὰ τὰ λεγόμενα παρὰ τῷ ἀποστόλῶ αἰσθητήρια γεγυμνασμένα ἔχοντας διακριτικοὺς γενέσθαι ἀγαθῶν τε καὶ κακῶν, ἀληθῶν τε καὶ ψευδῶν, καὶ θεωρητικοὺς νοητῶν, ἕνα δυνηθῶμεν ἐπιμελέστερον καὶ θεοπρεπέστερον κατὰ τὸ ἐνδεχόμενον ἀνθρωπίηῃ φύσει νοῆσαι πῶς ἐστιν ὁ θεὸς φῶς καὶ πῦρ καὶ πνεῦμα.