Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 143-2
Not analysed yet
Παρατήρει δὲ ὅτι τοῖς μὲν Φαρισαίοις κατὰ τὸ εἰρημένον ἐν τῷ προφήτῃ »Ἐφάγετε καρπὸν ψευδῆ« ἔχουσι μὲν καρπόν, ψευδῆ <δέ>, λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καλὸν ἐκκόπτεται«, τοῖς δὲ ὄχλοις, οὐδ᾿ ὅλως καρποφοροῦσιν, τὸ »Πᾶν οὐν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται«. τὸ μὲν γὰρ μὴ ἔχον καρπὸν οὐδὲ καλὸν ἔχει καρπόν· διόπερ ἐκκοπῆς ἐστιν ἄξιον. τὸ δὲ ἔχον καρπὸν οὐ πάντως καλὸν ἔχει καρπόν· διόπερ καὶ αὐτὸ εὐλόγως ὑπὸ τῆς ἀξίνης καταβάλλεται.