Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 144-2
Not analysed yet
ἐὰν ἐὰν ἀκριβέστερον ἐρευνήσωμεν τὰ περὶ τοὺς καρπούς, εὑρήσομεν ὅτι ἀμήχανον τὸ ἄρτι τοῦ γεωργεπισθαι ἀρχόμενον, κἂν καρποφορῇ, τοὺς πρώτους ἐνεγκεῖν καρποὺς καλούς. ἀγαπᾷ δὲ ὁ γεωργὸς πρῶτον τὸ ἐνεγκεῖν αὐτὸ τοὺς ἐπιβάλλοντας καρποὺς τῷ ἀρχομένῳ γεωργίας, ὕστερον ὁδῷ διὰ τῶν πρεπόντων γεωργικῇ καθαρσίων μετὰ τοὺς ὁποίους δήηποτε καρποὺς ληψόμενος καὶ καρποὺς καλούς· καὶ ὁ νόμος δὲ ταύτῃ τῇ ἐκδοχῇ ἡμῶν μαρτυρεῖ, λέγων δεῖν τὸν φυτεύοντα τρία ἔτη ποιεῖν ἀπερικάθαρτον ἐῶντα τὸ πεφυτευμένον, οὐκ ἐσθιομένων αὐτοῦ καρπῶν· »Τρία, γάρ φησιν, ἔτη ὑμῖν ὁ καρπὸς ἀπερικάθαρτος οὐ »βρωθήσεται, τῷ δὲ τετάρτῳ ἔτει ἔσται πᾶς ὁ καρπὸς ἅγιος, αἰνετὸς »τῷ κυρίῶ«.