Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 156
Not analysed yet
εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητίησεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι’ ἣν οὐχὶ »λόγος« εἴρηται τὸ φῶς τῶν ἀνθρώπων«, ἀλλ’ ἡ γενομένη ἐν τῷ λόγῳ »ζωή«. πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι »ζωὴ« ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ’ ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὐσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη έν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται.