Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 157
Not analysed yet
καὶ τάχα αὕτη ἡ ζωὴ παρ’ οἶς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μὴ φιλοτιμουμένοις, παρ ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· φῶς· δὲ ὅτι παρ οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον »Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα«· μείζονα δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ »λόγος σοφίας«, καὶ ὃ ἕπεται »λόγος γνώσεως«. περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων »σοφίας« καὶ »γνώσεως«, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ. Ι, 5 Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.