Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 158
Not analysed yet
Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός) οἶμαι δ᾿ ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου »σκοτίας«. †ἂν δὲ οὕτως δοκιμασθείσης, —»τῶν ἀνθρώπων« φημί, —ὅτι τάχα γενικόν ἐστι τὸ φῶς τῶν ἀνθρώπων« δύο ἰδικῶν πραγμάτων, ὁμο(??)ιως δὲ καὶ ἡ σκοτία αὐτῶν. ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτη- μένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ »ἔργα φωτὸς« ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως· τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθηρῶν πράξεως καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων.