Ancient Greek · ~1 min
170 to 171
Origen, Commentarii in Evangelium Joannis 170-2-171
Not analysed yet
πλὴν πειθόμενοι καλῶς ὑπὸ τοῦ λόγου Πάντα γίνεσθαι οἱ μαθηταὶ οὐκ ἐπιπλήττουσιν οὐδὲ ἐπαποροῦσιν περὶ τῆς πρὸς τὴν Σαμαρεῖτιν ζητήσεως καὶ τῆς πρὸς αὐτὴν κοινολογίας. τάχα δὲ καὶ καταπεπλήγασιν τὴν πολλὴν χρηστότητα τοῦ λόγου συγκαταβαίνοντος ψυχῇ ἐξουθενούσῃ Σιών, καὶ πεποιθυίᾳ ἐπὶ τὸ ὄρος Σαμαρείας· διόπερ γέγραπται· »Ἐθαύμαζον »ὅτι μετὰ γυναικὸς ἐλάλει«.