Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 172-3
Not analysed yet
Καὶ ὁ Ἡρακλέων δέ φησι πρὸς τὸ »Ἐγώ εἰμι, ὁ λαλῶν »σοι«, ὅτι ἐπεὶ ἐπέπειστο ἡ Σαμαρεῖτις περὶ τοῦ χριστοῦ ὡς ἄρα ἐλθὼν πάντα ἀπαγγελεῖ αὐτῇ, φησί Γίνωσκε ὅτι ἐκεῖνος, ὃν προσδοκᾷς, ἐγώ εἰμι ὁ λαλῶν σοι«. καὶ ὅτε ὡμολόγησεν ἑαυτὸντὸν προσδοκώμενον ἐληλυθέναι, »ἠλθον, φησίν, οἱ μαθηταὶ πρὸς αὐτόν‘, δι' οὓς ἐληλύθει εἰς τὴν Σαμάρειαν. πῶς δὲ διὰ τοὺς μαθητὰς ἐληλύθει εἰς τὴν Σαμάρειαν, οἵτινες καὶ πρότερον αὐτῷ συνῆσαν; 4, 28 f. Ἀφῆκεν οὖν τ. ὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀΠῆλθεν εἰς τὴν Πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον, ὸς εἶπέν μοι πάντα ὅσα ἐΠοίησα· μήτι οὗτός ἐστιν ὁ χριστός;