Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 173-4
Not analysed yet
οὐ μάτην οἶμαι ἀναγεγραφέναι τὸν εὐαγγελιστὴν καὶ τὰ περὶ τῆς ἀφέσεως τῆς ὑδρίας, ἥντινα ἀφεῖσα ἡ γυνὴ ἀπῆλθεν εἰς τὴν πόλιν· κατὰ μὲν οὖν τὴν λέξιν σπουδὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας· φιλανθρωπότατα γὰρ κεκίνηται βουληθεῖσα τοῖς πολίταις εὐαγγελίσασθαι τὸν χριστόν, μαρτυροῦσα αὐτῷ εἰρηκότι αὐτῇ