Ancient Greek · ~5 min
178 to 181
Origen, Commentarii in Evangelium Joannis 178-2-181
Not analysed yet
Καὶ τάχα οὐκ ἀλόγως ὄνῳ εἰκάσαι ἄν >τἀς περιστάσας φωνὰς τὸν ἄγοντα αὐτὰς εἰς τὴν ψυχὴν λόγον· ἀχθοφόρον γὰρ τὸ ζῷον, πολὺ δὲ τὸ ἄχθος καὶ φορτίον βαρὺ δηλοῦνται ἀπὸ τῆς λέξεως, κοὶ μάλιστα τῆς παλαιοτέρας, ὡς δῆλον τῷ ἐφιστάντι τοῖς ὑπὸ Ἰουδαίων γινομένοις. οὐχ οὕτω δὲ ὁ πῶλος ἀχθοφόρον ὡς ἡ ὄνος. εἰ γὰρ καὶ βαρὺ πᾶν τὸ τοῦ γράμματος φορτίον ἐστὶν τὸ ἀνώφορον καὶ κουφότατον τοῦ πνεύματος χωρεῖν μὴ δυναμένοις, ἀλλά γε ἔλλαττον ἔχει βάρος τὸ καινὸν γράμμα παρὰ τὸ πρεσβύτερον. οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς με μαθητευμενων ἀπολυομένους, τὸν δὲ πῶλον τοὺς τοὺς τῶν ἐθνῶν, ἀνέτους πρὶν παραδέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν κοὶ φιλήδονον γεγενημένους. εἰ καὶ μὴ εἰρήκασιν δὲ οὗτοι τοὺς προάγοντας καὶ ἀκολουθοῦντας ὄχλους, οὐκ ἀπίθανόν ἐστιν ἐφαρμόσαι τοὺς μὲν προάγοντας Μωσεῖ καὶ τοῖς προφήταις, τοὺς δὲ ἐπακολουθοῦντας τοῖς ἱεροῖς ἀποστόλοις, οἵτινες ἅπαντες εἰσέρχονται εἰς πόλιν Ἱεροσόλυμα ,ὅσον κατὰ τοῦτον τὸν λόγον ζητητέον, ἔχοντα πωλοῦντας καὶ ἀγοράζοντας πολλοὺς ἐξελαυνομένους ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ.