Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 182-3
Not analysed yet
καὶ τάχα »ἡ ἄνω Ἱερουσαλήμ«, εἰς ἥν ἀναβήσεται ὁ κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, ἢ τῶν διακονονύντων αὐτῷ ἀγγέλων —δύνανται γὰρ καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολουθούντων αὐτῷ —λέγεται νῦν, ἥ εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις« ,ἢ τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσθαι, λεγούσης· »Ἡ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν »χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν«.