Ancient Greek · ~7 min
183 to 190
Origen, Commentarii in Evangelium Joannis 183-3-190
Not analysed yet
οὑτοι γάρ εἰσιν οἱ τὸν οὐράνιον τοῦ πατρὸς οἶκον, τὴν ἁγίαν Ἱερουσαλήμ τὸν οἶκον τῆς προσευχῆς μολύνοντες καὶ σπήλαιον λῃστών« ποιήσαντες, οὐκ ἄλλων ἢ ἑαυτῶν, ἀργύριον ἔχοντες ἀδόκιμον καὶ διδόντες ὀβολοὺς καὶ κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόνητα νομίσματα. οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἴνα δῶσιν τὰ μηδενὸς ἄξια. πλὴν πορευθέντες οἱ μαθηταὶ εὑρίσκουσιν τὴν δεδεμένην ὄνον καὶ λύουσιν, διὰ τὸ ἐπικείμενον κάλυμμα τῷ νόμῳ Ἰησοῦν οὐκ ἔχουσαν. καὶ ὁ πῶλος δὲ μετ' αὐτῆς εὑρίσκεται, ἐπεὶ ἀμφότερα πρὸ Ἰησοῦ ἦν ἀπολωλότα· λέγω δὲ οἱ ἐκ περιτομῆς καὶ οἱ ἀπὸ τῶν ἐθνῶν ὕστερον πιστεύσαντες. πῶς δὲ οὗτοι εὐθὺς πάλιν ἀποστέλλονται μετὰ τὸ ἐπικαθεσθέντα τὸν Ἰησοῦν εἰς τὰ Ἱεροσόλυμα ἀναβεβηκέναι οὐκ ἀκίνδυνον εἰπεῖν, μυστικὸν γὰρ ἐχόμενον τῆς περὶ] τῶν ἁγίων εἰς ἀγγέλους μεταβολῆς, ἀποσταλησομένους κατὰ τὸν μετὰ τοῦτον αἰῶνα, παραπλησίως τοῖς εἰς διακονίαν ἀποστελλομένοις λειτουργικοῖς πνεύμασιν διὰ τοὺς κατά γε ταῦτα μέλλοντας κληρονομεῖν ςωὴν αἰώνιον. εἰ εἰ ἡ ὄνος καὶ ὁ πῶλος τὰ παλαιὰ καὶ τὰ καινὰ εἴη Ι γράμματα, οἷς ὁ λόγος ὀχεῖται τοῦ θεοῦ, οὐ πάνυ τι χαλεπὸν ἔσται παραστῆσαι, πῶς ἀποστέλλονται τοῦ λόγου ἐν αὐτοῖς φανέντος οὐ μένουσιν δὲ μετὰ τὸ εἰσελθεῖν εἰς Ἱεροσόλυμα τὸν λόγον ἐν τοῖς ἀποβεβληκόσιν πάντας τοὺς πωλοῦντας καὶ ἐγοράζοντας λογισμούς. Ἐγὼ δὲ οἶμαι μὴ μάτην κώμην τε εἶναι τὸν τόπον τοῦτον, ὅπου ἦν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ τοῦτο ἀνώνυμον· κώμη γὰρ ὡς πρὸς τὸν ἐν οὐρανῷ πάντα κόσμον ἡ πᾶσά ἐστιν γῆ, ὅπου ἐστὶν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ ἡ κώμη αὐτάρκως χωρὶς προσθήκης ἑτέρου ὀνόματος καλουμένη. ἀπὸ Βηθφαγὴ δὲ ὁ Ματθαῖός φησιν ἀποστέλλεσθαι τοὺς παραληψομένους τὴν ὄνον καὶ τὸν πῶλον, ἥτις τόπος ἠν ἱερατικός οἶκος σιαγόνων‘ ἑρμηνευόμενος.