Ancient Greek · ~8 min
191 to 197
Origen, Commentarii in Evangelium Joannis 191-3-197
Not analysed yet
καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου καὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν εἰς τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου. ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς πῶλον δεδεμένον, ἐφ' ὅν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον. προστίθησιν δὲ ὁ Μάρκος ὅτι »εὑρον τὸν πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου«· τίς δὲ ἔξω; οἱ ἀπὸ τῶν ἐθνῶν ,οἳ ἠσαν »ξένοι τῶν διαθηκῶν« καὶ ἀλλότριοι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐπὶ τοῦ ἀμφόδου καὶ οὐχὶ ὑπὸ στέγην ἢ οἰκίαν ἀναπαυόμενοι, δεδεμένοι ταῖς ἰδίαις ἁμαρτίαις καὶ λυόμενοι ὑπὸ τῆς προειρημένης διπλῆς ἐπιστήμης τῶν Ἰησοῦ γνωρίμων. οἱ δὲ δεσμοὶ τοῦ δεδεμένου πώλου, καὶ αἱ ἁμαρτίαι παρὰ τὸν ὑγιῆ γεγενημέναι λόγον έλεγχόμεναι ὑπ' αὐτοῦ θύρας τυγχάνοντος ζωῆς πρὸς ἐκείνην (λέγω δὴ τὴν θύραν) ἦσαν οὐκ ἔνδον, ἀλλ’ ἔξω· τάχα γὰρ ἔνδον τῆς θύρας θεσμὸς γενέσθαι τῆς κακίας οὐ δύναται. ἑστήκασιν δέ τινες παρὰ τῷ δεδεμένῳ πώλῳ, ὡς ὁ Μάρκος φησίν, οἶμαι ὅτι οἱ δήσαντες αὐτόν· ὡς δὲ Λουκᾶς ἀναγράφει, »Εἶπαν »κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· Τί λύετε τὸν πῶλον; «κύριοι γὰρ οἱ ὑποτάξαντες καὶ δήσαντες τὸν ἡμαρτηκότα παράνομοι, οἵτινες οὐ δύνανται ἀντιβλέψαι τῷ ἀληθῶς κυρίῳ ἀφέλκοντι τοῦ δεσμοῦ αὐτῶν τὸν πῶλον. ὅτι οὖν φασιν οἱ μαθηταί· »Ὁ κύριος αὐτοῦ χρείαν »ἔχει« μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἕνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς ὁ κύριος ἀναπαύσηται. Τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον »ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ |»εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ« ἤ· »Ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' «αὐτήν. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας‘.