Ancient Greek · ~3 min
198 to 199
Origen, Commentarii in Evangelium Joannis 198-3-199
Not analysed yet
ἐν μἷς μὲν γὰρ τῶν ἐχόντων τὸ ἱερὸν ἐν αὑτοῖς ἐκβάλλει πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ· ἐν ἑτέροις δὲ μὴ σφόδρα πειθομένοις τῷ λόγῳ τοῦ θεοῦ μόνον τὴν ἀρχὴν ποιεῖται τοῦ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας. τρίτοι δέ εἰσιν παρὰ τούτους, ἐν οἷς ἤρξατο ἐκβάλλειν μόνους τοι)· πωλοῦντας, οὐχὶ δὲ καὶ τοὺς ἀγοράζοντας. οἱ δὲ παρὰ τῷ Ἰωάννῃ πάντες ἅμα τοῖς προβάτοις καὶ τοῖς βουσὶν τῷ πλακέντι ἐκ σχοινίων φραγελλίῳ ἐκβάλλονται. ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν †ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεται παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἐκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεις ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.