Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 204-2
Not analysed yet
καὶ τὰ μὲν σώματα, ἅτε τῇ φύσει ὄντα ῥευστὰ, τρέφεται τῆς τροφῆς ἀναπληρούσης τὸν τόπον τῶν ἀπορρεόντων· τὰ δὲ κρείττονα σώματος τρέφεται τοῖς ἀσωμάτοις νοήμασιν καὶ λόγοις καὶ πράξεσιν ὑγιέσιν, οὐχὶ εἰς τὸ μὴ εἶναι διαλυθησόμενα, εἰ μὴ τρέφοιτο· οὐδὲ γὰρ σώματα μὴ τρεφόμενα εἰς τὸ μὴ εἶναι διαλύεται· ἀπόλλυσιν δὲ τὸ εἶναι τοιάδε, ὅτε οὐ τρέφεται τοῖς τοιοῖσδε τὰ τῆς διαφερούσης τῶν σωμάτων φύσεως.