Ancient Greek · ~4 min
205 to 209
Origen, Commentarii in Evangelium Joannis 205-209
Not analysed yet
ὥσπερ δὲ τὰ δεόμενα τροφῆς σώματα οὐδὲ τοῖς ἀπὸ τῶν ποιοτήτων τρέφεται, οὐδὲ ποσότης τροφῶν ἡ αὐτὴ πᾶσιν ἀρκεῖ, οὕτω νοητέον καὶ ἐπὶ τῶν κρειττόνων παρὰ τὰ σώματα. καὶ γὰρ ταῦτα τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος δεῖται τροφῆς, οὐ τῶν ἵσων ὄντα χωρητικά. ἀλλ᾿ οὐδὲ ἡ ποιότης τῶν τρεφόντων λόγων καὶ νοημάτων τῶν ἐν θεωρίᾳ πράξεών τε τῶν τούτοις ἁρμοζουσῶν, ἡ αὐτὴ ἁρμόζει πάσαις ταῖς ψυχαῖς. ἀλλὰ γὰρ καὶ λάχανον καὶ στερεὰ τροφὴ οὐχὶ κατὰ τὸν αὐτὸν καιρὸν τρέφει τοὺς δεομένουο τῆς ἀπὸ τούτων βελτιώσεως. τὰ μὲν γὰρ ἀρτιγέννητα βρέφη, ὥς φησιν ὁ Πέτρος, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθείτω, καὶ εἴ τις τὴν νηπιότητα ἔχει Κορινθίων, πρὸς οὕς φησιν ὁ Παῦλος »Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«. ὁ δὲ ἀσθενῶν διὰ τὸ μὴ πιστεύειν λάχανα ἐσθιέτω· καὶ τοῦτο δὲ ὁ Παῦλος διδάσκει λέγων· »Ὅς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ »ἀσθενῶν λάχανα ἐσθίει«.